no image
DDbDP-text
Letter January 11, 181 BC via APIS-papyrus
Linked by Trismegistos ID
TM 43257.
Each record below describes this same ancient text from a different angle.
Λυσίμαχος Λεοντίσκωι καὶ Θύμωι καὶ Τεσενούφει χαίρειν. οὐ διαγεγρα φηκότες τὰ προσοφειλόμενα πρὸς τὴν μίσθωσιν τοῦ παραδείσου σὺν οἷς ἐξεδέξατο ὑμᾶς Ἅρπαλος, τάλαντα ιγ, ἀγνώμονες ἔσεσθεἐσθε. οὐ μὴν δʼ ἀλλʼ ἔτι καὶ νῦν, εἰ μὴ ἅμα τῶι λαβεῖν τὴν ἐπιστολὴν ἀνακομιεῖτε δεῖ τὰ ιγ τάλαντα εἰς Κροκοδίλων πόλιν, ἐξαποστελοῦμεν τοὺς ἀνάξοντας ὑμᾶς ε οὐχ ὡς ὑπολαμβάνετε. ἔρρωσθε. ἔτους κδ Χοιὰκ ϛ Λεοντίσκωι καὶ Θύμωι καὶ Τεσενούφει ἀποδοῦναι Λυσιμάχωι διαγραφὴν μισθώσεως παραδείσου. Χοιὰχ ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.