no image
DDbDP-text
Memorandum of Phamounis to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1761.
Each record below describes this same ancient text from a different angle.
ὑπόμνημα Ζήνωνι παρὰ Φαμούνιος κυβερνήτου. συ νέταξας Σώσωι καταβάντα ἐπὶ ποταμὸν παραλαβεῖν παρʼ ἐ μοῦ τὸ πλοῖον. ἤδη οὖν ἐστιν τριταῖος ἀφʼ οὗ οὐκ ἐλήλυθεν. καὶ ἤδη πέπρακα, ἵνα ἔχωσιν οἱ ἐργάται τὰ δέοντα, τὸν χιτῶνα. ἐπίστασαιἐπιστηιὅ τι ποτὲ εἴχομεν, ᾤχετοὤιχετο ἔχων Προῖτος. ἀξιοῦμεν οὖν σε εἴ σοι δοκεῖδοκε͂ ἀποστεῖλαί τινα ὃς παραλήψεται τὸ πλοῖον. ἐσμὲν δὲ ἐν τῶι πλοίωι ϛ. καὶ τούτους πάλιν με δεῖ ἀπο καταστῆσαι οὗ καὶ ἐξήγαγον αὐτούς. εἰ δὲ δύνηι βοηθῆσαιβοιηθῆσαι ἡμῖν χαλκοῖς ὃο ἀποκαταστή σομέν σοι ὥς σοι δοκεῖ ἵνα μὴ ἀπο δώμεθα τὰ ἱμάτια καὶ ἵνα τὸ τάχος ἀφεθῶμεν. εὐτύχει. ΦαμοῦνιςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.