no image
DDbDP-text
Letter from Zoilos to Panakestor via HGV-meta
Linked by Trismegistos ID
TM 1438.
Each record below describes this same ancient text from a different angle.
Ζωίλος Πανακέστορι χαίρειν. γεγράφαμεν Κράτωνι ὅπως τὰς ρ ἀρτάβας τοῦ σπέρματος τοῦ χόρτου ἃς γέγραφεν Ἀπολλώνιος μετρῆσαί σοι διαγράψηι παρὰ τοῦ σιτολόγου. ἀπόστειλον οὖν τινὰ πρὸς αὐτὸν ὃς λαβὼν τὸ σύμβολον μετρήσεται. ἄρακος δὲ ἐν μὲν τῶι νομῶι οὐχ ὑπάρχει, οὐθὲν δʼ ἧσσον γεγράφαμεν τοῖς παρʼ ἡμῶν ζητῆσαι εἴ που ἔστιν παρὰ τοῖς ἰδιώταις, ἵνα λάβητε. καὶ σὺ δὲ ἀποστείλας εἰς τὸντὸμ Μεμφίτην ζήτησον καὶ ἐάνἐάμ που ἦι πωλούμενος ἐπίστειλον ἡμῖν, ἵνα τὴν τιμὴν ἀποστείλωμεν καὶ λαβόντες ἀποχρήσησθε. ἔρρωσο. ἔτους κθ, Μεσορὴ ιβ. ἔτους κθ, Μεσορὴ ιϛ. Πανακέστορι χόρτου σπέρματος. Ζωίλος χόρτου σπέρμα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.