no image
DDbDP-text
Petition to Zenon from Pharates via HGV-meta
Linked by Trismegistos ID
TM 1157.
Each record below describes this same ancient text from a different angle.
Ζήνωνι χαίρειν Φαράτης μελισσουργός. ἀδικοῦμαι ὑπὸ Μαιεῦτος μελισσουργοῦ. ἀηδίας γάρ μοι πρὸς αὐτὸν γενομένης κατεβόησεν πρὸς σὲ προφθάσας με καὶ ἔδωκας αὐτῶι ἐπιστολὴνἐπισστολὴν τοῦ Παῦνι θ πρὸς Νουμήνιον εἰς Ἀκάνθων πόλιν διακοῦσαι ἡμῶν. ἐκρίθημεν οὖν ἐκεῖ ἐπί τε Νουμηνίου καὶ ἐπὶ τῶν πρεσβυτέρων. ὁ δὲ οὐκ ἐνέμεινεν ουυδεν ἐκείνηι τῆι κρίσει, ἀλλʼ ἔφη κριθήσεσθαι ἐπὶ Ζήνωνος κριθήσεσθαι. ἐγὼ δὲ ασζν τωει λαι ἐξ ὧν σε ὠφελήσω ἀνακοινοῦταιἀνακουνοῦται ΛιμναίωιΛιμναιοι. ὁ δὲ ἀπήγαγέν με εἰς τὸ δεσμωτήριον, ὅπως μὴ ἐντύχω σοι τὰ σμήνησζμήνη τὰ τῆς Ἴσιος ἐν Σαρύθει ἐν τῶι Ἀφροδιτοπολίτηι. ἔτι οὖνοὐ καὶ νῦν ἕτοιμός εἰμι ἐγγύουςἐγγυου καταστήσας κριθῆναι αὐτῶι. δέομαι οὖν σου καὶ ἱκετεύω, εἰ καὶ σοι δοκεῖ, μὴ περιιδεῖν με καταφθειρόμενον ἀδίκως ἐν τῶι δεσμωτηρίωι. γνώριζεγνώρισζε δέ με ὄντα ἐν ἀπαγωγῆι ἡμέρας κβ, ὅτε ὁ καιρός ἐστι τῶν μελισσῶν εἰς τὰς νομὰς μεταφέρειν ουαμαι. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.