no image
DDbDP-text
Memorandum to Zenon from Petearmotis via HGV-meta
Linked by Trismegistos ID
TM 1132.
Each record below describes this same ancient text from a different angle.
ὑπόμνημα Ζήνωνι παρὰ Πετεαρμώτιος κοσκινευτοῦ. κεκαθάρκαμεν ἐν τῶι Φαρμοῦθι μήκωνος ἀρτάβας ρ ὧν ὁ μισθὸς καὶ ἐρεβίνθου ἀρτάβας ρλ, κρότωνος ἀρτάβας κε, καὶ διʼ Ἀσκληπιά δου μήκωνος σησάμου ἀρτάβας σ, καὶ διὰ Λαβώιτος σησάμου ἀρτάβας λ. ἦλθεν ἡμῖν Λαβῶις ὡς παρὰ σοῦ ἀναγ γέλλων διότι, ἐλθόντες εἰς τὰ Ἡρα κλείδου ἐργάζεσθε ἐν τῶι Παῦνι. ἡμεῖς οὖν εἰργαζόμεθαἠργαζόμεθα ὡς ὑπὸ σοῦ ἀπεσταλμένοι. ὕστερον οὖν ἐλθὼν ἡμᾶς ἐκάλει λέγων διότι, οὐκ ἔχω τοὺς καθαροῦντάς μοι τὸ σπέρμα τῆς λινοκαλάμης καὶ τοῦ σησάμου τὸ σκύβαλον. ἀποστείλας οὖν τοὺς ἡμίσεις, εἰργάσαντοἠργάσαντο. εἰ οὖν σοι δοκεῖ, δοθῆναι ἡμῖν μέρος τι τοῦ μισθοῦ. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.