no image
DDbDP-text
Letter from Molossos to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1108.
Each record below describes this same ancient text from a different angle.
Μολοσσὸς Ζήνωνι χαίρειν. μετὰ τὸ γράψαι σοι τὴν πρώτην ἐπιστολήν, ἣν ἀπεκόμισέ σοι Ὧρος ὁ παρʼ ἡμῶν, παρεγενήθη Θεογένης εἰς Μένδητα τῆι κγ τοῦ Με ἄγων ἃς συνέθηκας αὐτῶι λινοκαλάμης δέσμας γ ἐσφραγισμένας· πωλοῦνται δὲ ἀνὰ ἐρωτώμενοι δὲ οἱ κάπηλοι εἰ δύνανται διατεθῆναι δέσμαιδέζμαι μυρίαι α ἔφασαν δύνασθαι. ὅσον οὖν σοι λυσιτελές ἐστι, πέμπε τὴν ταχίστην καὶ τὸν διαθησόμενον· πρόσταξον δὲ αὐτῶι φροντίσαι ἵνα πραθῆι ὡς λυσιτελέστατα. γράψον δὲ καὶ Προμηθίωνι τῶι τραπεζίτηι ὅπως ἂν περὶ τούτων ἐπιδημῶν συνεπιμεληθῆι. περὶ δὲ τῶν χαρτίων ἐγράψαμέν σοι καὶ αὐτοὶ ὅτι , καὶ Κρίτωνι δὲ συναντήσας ἐπὶ τοῦ Δέλτα εἴρηκα ἀπαγγεῖλαί σοι. πυθόμενος οὖν παρʼ αὐτοῦ γράψονγράψομ μοι τί δεῖ ποιεῖν, ἵνʼ οὕτω γίνηται. ἐπίστειλον δέ μοι καὶ περὶ σαυτοῦ εἰ ὑγιαίνεις. ἔρρωσο. ἔτους γ Μολοσσός. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.