no image
DDbDP-text
Letter from Kollouthes to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 890.
Each record below describes this same ancient text from a different angle.
Κολλούθης Ζήνωνι χαίρειν. ἀπελθόντος μου ἀπὸ σοῦ κατέλαβον τοὺς γεωργοὺς ἐκ τῆς καταμεμετρημένης γῆς τοῖς στρατιώταις ἀνακεχωρηκότας ἐπὶ τὸ Ἰσιεῖον τὸ ἐν τῶι Μεμφίτηι. ἡνίκα οὖν ἐκομισάμην τὴν παρὰ σοῦ ἐπιστολήν, ἐπορευόμην εἰς Κροκοδίλων πόλιν πρὸς Μαίμαχον, ὅπως ἂν ἐγείρηι αὐτούς· καὶ ὡς ἂν τοῦτο γένηται παρεσόμεθαπαρησόμεθα πρὸς σέ· οὐκ ἐνεδήμει γὰρ ἐν τῆι κώμηι Ψενομοῦς. γέγραφα οὖν σοι ἵνα εἰδῆις. ἔρρωσο. ἔτους λγ, Χοιάχ . ἔτους λγ, Τῦβι β. Κολλούθης. Μῦς Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.