no image
DDbDP-text
Letter from Kleanax to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 885.
Each record below describes this same ancient text from a different angle.
Κλεάναξ Ζήνωνι χαίρειν. περὶ τῶν ἡμιόνων ὧν ἀπέστειλα πρὸς σὲ τοὺς παῖδας ὅπως ἡμῖν ἀγορασθῶσιν καὶ πρὸς σὲ παρακομισθῶσιν καὶ περὶ τῶν παρʼ Ἀπολλωνίου ἀποσταλῶσιν εἰς τὴν δωρεὰν ἐν Μέμφει τὴν Ἀπολλωνίου, καλῶς ἂν ποιήσαις εἰ μὲν ἐπιμεμέλησαι, εἰ δὲ μή, φροντίσας ὅπως ἀσφαλῶς μετὰ τῶν ὑμετέρων ἀποσταλῶσιν ὡς ὄντες Ἀπολλωνίου, ἵνα μή τι κατὰ τὰ τέλη ἐνοχληθῶσιν, καὶ ἐὰν μὲν αὐτὸς παραγίνηι, εἰ δὲ μή, γράψας ἡμῖν περὶ αὐτῶν εἰ προσπεπτώκασιν καὶ ἀπεσταλμένοι εἰσὶν καὶ τίνα οἰκονομίαν προσαγήγοχας, ὅπως εἰδήσωμεν ὅτι ὑπάρχουσιν ἡμῖν καὶ διασεσωιμένοι εἰσὶν ἀσφαλῶς· ἐὰν δὲ μήπω προσπεπτωκό τες ὦσιν, ἵνα τοῖς παρὰ σοῦ συντάξηις ὡς ἠξιώκαμέν σε οἰκονομῆσαι. ἔρρωσο. ἔτους λγ, Δαισίου ιγ. ἔτους λγ, Παῦνι ιθ. Κλεάναξ. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.