no image
DDbDP-text
Letter from Apollonios to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 848.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ἀπέσταλκά σοι τὰ ἀντίγραφατἀντίγραφα τῆς ἐπιστολῆς τῆς πρὸς τοῦς ἐν Ἡφαιστιάδι λαοὺς παρʼ ἡμῶν γεγραμμένης σήμερον, ὅπως ἅμα τῆι ἡμέραι συναντήσωσιν εἰς Φιλαδέλφειαν καὶ μὴ ἐπέχηται ὁ Πέτων. ἔρρωσο. ἔτους λα, Δύστρου κγ, Φαμενὼθ λ. Ἀπολλώνιος τοῖς ἐν Ἡφαιστιάδι λαοῖς χαίρειν. αὐτοὶ μὲν διὰ τὸ ἄσχολοι εἶναι οὐκ ἠδυνάμεθα διακοῦσαι ὑμῶν, Πέτωνα δὲ τῶν χρηματιστῶν ἀπεστάλ καμεν. συναντήσατε οὖν αὐτῶι ἅμα τῆι ἡμέραι εἰς Φιλαδέλφειαν, ὅπως διακούσηι ὑμῶν τε καὶ Σωπάτρου τοῦ παρὰ Δάμιδος καί, ἐάνπερ φαίνηται τῶν κατηγορημένων τι συντετελεσμένοςτισίν τι εἰργασμένος, τύχηι τῆς προσηκούσης τιμωρίας ἔρρωσθε. ἔτους λβ, Φαρμοῦθι α. περὶ τῶν ἐν Ἡφαιστιάδι λαῶν Ζήνωνι. ἀντίγραφα τῆς πρὸς τοῦς ἐν Ἡφαιστιάδι λαούς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.