no image
DDbDP-text
Letter from Apollonios to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 847.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλώνιος Ζήνωνι χαίρειν, ὀρθῶς ἐποίησας συλλαβὼν τὸν ἐκ τοῦ ζυτοπωλίου ταμίαν. ἀπεστάλκαμεν δὲ πρὸς σὲ καὶ Ἀμεννέα τὸν ζυτοποιὸν ὅπως περὶ ὧν ἔγραψας κατηγορεῖν αὐτοῦ τὸν ταμίαν ἐξελέγξηι ἐπὶ Πέτωνος τοῦ χρηματιστοῦ. κατάστησον οὖν ἀμφοτέρους ἐπὶ τὸν Πέτωνα. ἐὰν γὰρ φαίνηται κατʼ ἀλήθειαν ὀ Ἀμεννεὺς εἰρηκὼς ἃ ἔγραψας πρὸς ἡμᾶς περιαχθεὶς κρεμήσεται. ἔρρωσο. ἔτους λα, Δύστρου κγ, Φαμενὼθ λ. ἔτους λα, Φαρμοῦθι α. Ἀπολλώνιος περὶ τοῦ ζυτοποιοῦ Ἀμεννέως. Ζήνωνι. Ἀμεννέως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.