no image
DDbDP-text
Letter from Nikon to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 709.
Each record below describes this same ancient text from a different angle.
Νίκων Ζήνωνι χαίρειν. ἀπόστειλόν τινα ὃς παραλήψεται τὸν χόρτον τὸν γινόμενον ἡμῖν παρὰ τῶν γεωργῶν καὶ Ἀπολλώνιον ὑπόμνησον περὶ τούτων, ὅπως ἢ ἀποστείληι τινὰ ἢ συνταγῆι ὀψώνιον ἵνα ὡς ἂν ἡμεῖς μισθῶμεν ἕνα . αὐτοὶ γὰρ πρὸς τῆι συναγωγῆι τοῦ σίτου ἐσμὲν καὶ πρὸς τῶι διατυντιωι υνητε οὐ δυνησόμεθα ουναι. καὶ περὶ ἡμῶν δὲ οὐδεμίαν ἐπιστροφὴν ἐποιήσω ἵνα ἡμῖν ὀψώνιον προστεθῆι καὶ σιτάριον, καίπερ Ἀπολλωνίωι μνησθέντων ἡμῶν καὶ συντάξαντος ὑπόμνημα αὐτῶι δοῦναι. καλῶς ἂν οὖν ποιήσαις μὴ ἀμελήσας ἡμῶν, ἀλλὰ φροντίσας ὅπως τὸ πᾶν λώιον ἐχθῆις καὶ νῦν μνησθεὶς Ἀπολλωνίωι περὶ ἡμῶν. οὐ γὰρ ἔχομεν ὧι μνησθῶμεν ἑτέρωι περὶ τῶν τοιούτων. ἔρρωσο. ἔτους κη, Μεχεὶρ η. ἔτους κη, Δύστρου ια. Νίκων χόρτου. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.