no image
DDbDP-text
Letter from Nikias to Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 693.
Each record below describes this same ancient text from a different angle.
Νικίας Ἀπολλωνίωι χαίρειν. ἔγραψας Λυσιμάχωι περὶ φυτῶν ὅπως διου. Λυσίμαχος μὲν οὖν ἔτυχεν ἐν Ἀλεξανδρείαι ὤν, ἐγὼ δὲ τοῖς ἐλθοῦσιν περιαγαγὼν πάντας τοὺς παραδείσους ἔδειξα ὅτι παρʼ ἡμῖν μοσχεύματα οὐκ ἔστιν οὐδʼ εἴωθεν γίνεσθαι, οὐκ ἠγνοοῦσαν δὲ οὐδʼ αὐτοί, ἀλλὰ ἐξ Ἀρσινόης τῆς νήσου μεταπεμπόμεθα, ἐκεῖ γὰρ ἔργωι ὕδωρ ὑπάρχειν ἀεί, καὶ ἠξίουν κατα σταλῆναί τινα τῶν παρὰ σοῦ πρὸς Λυσίμαχον, ἐπόρισενἐπόρισεγ γὰρ ἂν αὐτοῖς ἐκ τῶν κάτω τόπων, οἱ δὲ ἔφασαν ἀρκεῖν αὐτοῖς ἐὰν λάβωσιν εἰς φυτείαν ἀπὸ τῶν παρʼ ἡμῖν ὑπαρχόντων. ἐδώκαμεν οὖν αὐτοῖς ὅσα ἠβούλοντο, ὧν τὸ καθʼ ἓν ὑπογεγράφαμεν. ἔρρωσο. ἔτους κη, Ἁθὺρ κε. σύκινα Χῖα, ἐρινεά, Λύδια, πραέα, φοινίκεα, ὀλονθοφόρα· ῥόας ἀπυρήνου· μῆλα ἐαρινά, καὶ τῶν διφόρων· καὶ ἀμπέλου καπνείου, Κιλικίας, Μενδαίου, Εὐδαμιδείου, Μαρωνείου, κολοκυνθίνης, φοινίσσης, καπνείου, Ἀλεξανδρείου, βουμάστου, ερμύλου, δριμίος. Νικίου περὶ φυτῶν Ἀπολλωνίωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.