no image
DDbDP-text
Contrat de divorce via HGV-meta
Linked by Trismegistos ID
TM 18909.
Each record below describes this same ancient text from a different angle.
ὥσπερ θεραπεύσασανθεραπευσανθεραπευσας μοι ἐν τῷ ἐμῷ γήρᾳγηρω ἅτε ἐθεραπεύσας οὐδὲν βλάψασθαί μοι οὐδὲ ἐνδέεσθαιἐνδέαισθαι, ἐλογισάμην οὖν ἐμαυτόν, διὰ ταύτην τὴν αἰτίαν, ἃ ἐποίησάς μοι, κελεύω ἐντεῦθεν ἤδη ἀπὸ τῆς σήμερον ἡμέρας, τὴν αὐτὴν προτέραν δωρεὰν ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην, ὅθεν εἰς ταύτην ἧκα τὴν δευτέραν δωρεάν, διʼ ἧς ὁμολογῶ ἐγὼ ὁ αὐτὸς ὅδε σιγγουλάριος, διὰ ταύτης μου τῆς ἐγγράφου δωρεᾶς, εὐθὺς μετὰ τὴν ἐμὴν ἀποβίωσιν πάντα μου τὰ ὑπάρχοντα καὶ ὑάρξοντα πράγματα, κινητά τε καὶ ἀκίνητα καὶ αὐτοκίνητα, ἀπὸ πολυτελοῦς μέχρι εὐτελοῦς εἴδους καὶ ἀσσαρίου ἑνός , σταλῆναί σοι τῇ αὐτῇ προγεγραμμένῃ θυγατρί μου τῇδε ἅπερ προ ειρημένα πράγματα μετὰ παντὸς αὐτῶν τοῦ δικαίου δωρηθέντα σοι παρʼ ἐμοῦ εὐθὺς μετὰ τὴν ἐμὴν ἀποβίωσιν, μηδενὶ ἄλλῳ προϋποκείμενα οἵῳ δήποτε κεφαλαίῳ καὶ συναλλάγματι ἢ πράγματι, ὡς διοικεῖν σε καὶ οἰκονομεῖν καὶ ἐκποιεῖν καὶ μεταποιεῖν καὶ δωρεῖσθαι καὶ χαρίσασθαι καὶ ἀντικαταλλάττεσθαι καὶ εἰς προῖκα ἐπιδοῦναι καὶ παραπέμπειν ἐπὶ κληρονόμους σοὺς καὶ διαδόχους καὶ διακατόχους, βεβαιοῦντος ἐμοῦ τοῦ δωρησαμένου καὶ κληρονόμων ἐμῶν καὶ διαδόχων καὶ διακατόχων πάσῃ βεβαιώσει καὶ καθαροποιήσει διὰ παντός, ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιηθησομένου, ἐπειδήπερ πᾶσαν ἀνάπαυσιν καὶ ἐπιμέλειαν ἐποίησας μοι ἐν τῷ ἐμῷ νόσῳ καὶ γήρᾳγηρω· καὶ τὸν ὅρκον καὶ τὰ τυπικάSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.