no image
DDbDP-text
Testament de Fl. Théodore via HGV-meta
Linked by Trismegistos ID
TM 18440.
Each record below describes this same ancient text from a different angle.
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους δευτέρου, Φαρμοῦθι πέμπτῃ πεντεκαιδεκάτης ἰνδικτίονος. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Φλαύιος Θεόδωρος ἐξκέπτωρ τῆς κατὰ Θηβαίδα δουκικῆς τάξεως, υἱὸς τοῦ τῆς ἐνδόξου μνήμης Φοιβάμμωνος γεγονότος σχολαστικοῦ φόρου Θηβαίδος, ὁρμώμενος ἀπὸ τῆς Ἀντινοέων, ταύτην ποιοῦμαι τὴν ἔγγραφον διαθήκην καθὰ ὑποτέτακται υ συνεχόμενος καὶ δεδιὼςδεδειὼς τὸ μέλλον, μὴ, πρὶν διαθῶμαι καὶ τὰ κατʼκαθʼ ἐμαυτὸν διατυπώσω, καὶ παρὰ προσδοκίαν τὸν βίον μεταλλάξω, διὰ τοῦτο, νοῶν καὶ φρονῶν καὶ ἐπʼ ἀκριβείας πολλῆς φέρων μου τὸν λογισμὸν καὶ ἐρρωμένας ἔχων σὺν Θεῷ τὰς φρένας καὶ πάσας τὰς αἰσθήσειςἐσθήσεις καὶ τοὺς λογισμοὺς ἀπαθεῖς διασῴζων, ταύτην τὴν διαθήκην τίθημι, ἐπὶ παρουσίᾳ τῶν κατὰ παράκλησιν ἐμὴν προσκληθέντων καὶ ἐπὶ τὸ αὐτὸ συνηγμένων ῥογάτων νομίμων ἑπτὰ μαρτύρων, πολιτῶν ὄντων Ῥωμαίων, ἐφήβων, καὶ ὑπολήμψεως ἀντι ποιουμένων, τῶν καὶ ἑξῆς ὑπογραφόντων ταύτῃ μου τῇ διαθήκῃ καὶ σφραγιζόντων αὐτὴν ἐν μιᾷ συνόδῳ καὶ ῥοπῇ καὶ ὥρᾳ, μηδεμιᾶς ἑτέρας πράξεως μεσολαβούσης, κατὰ τὴν τῶν νόμων δύναμιν, ἥνπερ διαθήκην ὑπηγόρευσαὑπαγόρευσαυπογορευσα ἑλληνικοῖς ῥήμασί τε καὶ γράμμασι γραφῆναι ἐπέτρεψα, καὶ βούλομαι αὐτὴν ἔχειν τὴν ἰδίαν δύναμιν καὶ βεβαίωσιν ἐφʼ οἷς περιέχει πᾶσι κεφαλαίοις, ἐπέχειν δὲ αὐτὴν οὐδὲν ἧττον καὶ κωδικίλλου τάξιν καὶ δύναμιν πάσης τελευταίας βουλήσεως καὶ φιδεικομισσαρίας ἐπιστολῆς, προκομιζομένην καὶ δημοσιευομένην ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας παντὶ χρόνῳ καὶ καιρῷ, κατὰ τὰ θειωδῶς ὑπὸ τῶν νόμων διηγορευμένα. εἰ δὲ δόξῃ μοι μετὰ ταῦτα κωδικίλλον ἢ καὶ κωδικίλλους θέσθαι καὶ ἕτερα ἐν αὐτοῖς κεφάλαια διατυπῶσαι, βούλομαι καὶ κελεύω τὸν παρʼ ἐμοῦ γενησόμενον κωδικίλλον ἢ τοὺς παρʼ ἐμοῦ γενησομένους κωδικίλλους ἔχειν καὶ ἕξειν τὴν ἰδίαν δύναμιν καὶ τὸ ἐκ νόμων κῦρος ὡς κεκομφιρματευμένους ἐν ταύτῃ μου τῇ διαθήκῃ. εἴη μὲν ἐμὲ ἐφʼ ἕτερον χρόνον ζῆν καὶ τὰ συνήθη πράττειν, ὃν ἂν παρασταίη τῷ σωτῆρι Θεῷ· ἐπειδὴ δὲ ἀνάγκη τελευτᾶν καὶ τῶν ἀνθρωπίνων ὑπαναχωρῆσαι πραγμάτων, κληρονόμους ἐνίστημι καὶ κληρονόμους μου εἶναι βούλομαι καὶ κελεύω τὸ δίκαιον τοῦ εὐαγοῦς μοναστηρίου καλουμένου Ἄπα Σενούθου, κειμένου ἐν τῷ ὄρει Τριφίου τοῦ Πανοπολίτου νομοῦ, διὰ Πέτρου τοῦ θεοφιλεστάτου ἀρχιμανδρίτου, οὐ μὴν ἀλλὰ καὶ τὸ δίκαιον τοῦ μοναστηρίου καλουμένου Ἄπα Μουσαίου κειμένου ἐν τῷ ὄρει Αλ τοῦ Ἑρμουπολίτου νομοῦ, διὰ Φοιβάμμωνος τοῦ θεοφιλεστάτου αὐτοῦ ἡγουμένου, καὶ Ἡραὶν τὴν εὐγενεστάτην μου πρὸς μητρὸς μάμμην, πάντων τῶν ἐν καιρῷ τελευτῆς καταλειφθησομένων παρʼ ἐμοῦ πραγμάτων καὶ ἀγωγῶν καὶ ἐνοχῶν καὶ παντὸς δικαίου, ἀπὸ πολυτελοῦς μέχρι ἐλαχίστου καὶ ἀσσαρίου ἑνὸς, ἐπὶ τῇ ἑξῆς ἐφʼ ἑκάστῳ τῶν εἰρημένων κληρονόμων προελευσομένῃ παρʼ ἐμοῦ διαστολῇ τε καὶ διατυπώσει. οἱ δὲ λοιποὶ πάντες ὅσοι πρὸς γένος μοι διενηνόχασιν ἢ κατʼ ἀγχιστείαν διαφέρειν οἴονται, ἀποκληρονόμοι μου ἔστωσαν, οὐκ ἐφʼ ὕβρειὕβρι τινὶ, μὴ γένοιτο, ἀλλὰ διὰ τὸ οὕτω μοι δεδόχθαι, σώφρονισώφρονει καὶ ἀκριβεῖ λογισμῷ χρησαμένῳ. βούλομαι δὲ τοίνυν καὶ κελεύω Πέτρον τὸν εὐλαβέστατον ἀρχιμανδρίτην, ἤτοι τὸ δίκαιον τοῦ αὐτοῦ εὐαγοῦς μοναστηρίου ἄπα Σενούθου, ἔχειν εἰς τὴν ἰδίαν ἔνστασιν πάντα τὰ παρʼ ἐμοῦ ἐν καιρῷ τελευτῆς καταλειφθησόμενα ἀκίνητα πράγματα κατὰ τε τὸν Ἑρμου πολίτην καὶ Ἀντινοίτην καὶ Πανοπολίτην τοὺς νομοὺς, ἢ καὶ κατʼ ἑτέρους ὡς εἰκὸς διαγεῖται τόπους, ἔχειν δὲ οὐδὲν ἧττον εἰς τὴν ἰδίαν ἔνστασιν καὶ πάντα τὰ κατὰ τὴν Ἀντινοέων ἢ κατὰ τὴν Ἑρμουπολιτῶν διακείμενα παντοῖά μου πράγματα ἀκίνητα, ἐφʼ ᾧ τὴν ἐξ αὐτῶν παντοίαν συλλεγομένην ἐτησίαν πρόσοδόν τεδε καὶ στεγανόμιαστεγανομιαν δαπανᾶσθαι εἰς εὐσεβεῖς διαδόσεις. βούλομαι δὲ καὶ κελεύω τὸν αὐτὸν εὐλαβέστατον ἄπα Πέτρον, ἤτοι τὸ δίκαιον τοῦ αὐτου εὐαγοῦς μοναστηρίου τῶν ἄπα Σενούθου, τὴν διακειμένην μου κατὰ τὴν Ἀντινοέων οἰκητικὴν πατρῷάν μου οἰκίαν, μετὰ παντὸς αὐτῆς τοῦ δικαίου καὶ στάβλου καὶ οἰκοπέδων συνημμένων τῇ αὐτῇ οἰκίᾳ, ἅμα τῇ ἐμῇ τελευτῇ διαπιπράσκειν, καὶ τὴν τούτων ἀποτίμησιν διαδιδόναι εἴς τε ἀνάρρησιν αἰχμαλώτων καὶ εἰς ἑτέρας εὐσεβεῖς διαδόσεις. ἔτι βούλομαι τὸν αὐτὸν εὐλαβέστατον ἄνδρα, ἤτοι τὸ δίκαιον τοῦ αὐτοῦ μοναστηρίου, πάντα τὰ περιερχόμενα εἰς αὐτὸν ἐκ τῆς ἐμῆς μὲν ὑποστάσεως, ἀνήκοντα δὲ τῷ εἰς ἐμὲ περιελθόντι κλήρῳ ἐξ εὐσεβείας τῆς μακαριωτάτης μου γαμετῆς, διαπιπράσκειν, καὶ τὴν τούτων ἀποτίμησιν διαδοῦναι ὡσαύτως ὑπὲρ ἁγίας προσφορᾶς τῆς αὐτῆς μακαρίας μου γυναικὸς ἢ καὶ εἰς ἑτέρας εὐσεβεῖς διαδόσεις ὑπὲρ ἀφέσεως τῶν αὐτῆς πλημμελημάτων πρὸ μνήμης αὐτῆς βούλομαι δὲ καὶ κελεύω Φοιβάμμωνα τὸν εὐλαβέστατον προεστῶτα τῶν Ἄπα Μουσαίου ἤτοι τὸ δίκαιον τοῦ αὐτοῦ μοναστηρίου, ἔχειν εἰς τὴν οἰκείαν ἔνστασιν πάντα τὰ ἐν καιρῷ τελευτῆς καταλειφθησόμενα παρʼ ἐμοῦ κινητὰ πράγματα, καὶ ταῦτα ἔχειν ἐξ αὐτῶν διαδόσεις πρὸς οὓς ἂν δοκιμάσῃ ἑαυτοῦ θεοφίλεια· πέποιθα γὰρ τὸν αὐτὸν θεοσεβέστατον ἄνδρα ὡς υπθι τὰς δόσεις ἀμειώτως ὑπὲρ ἀφέσεως τῶν ἐμῶν πλημμελημάτωνπλημμηλημάτων. βούλομαι δὲ καὶ ἀξιῶ τὴν προονομασθεῖσαν εὐγενεστάτην μου πρὸς μητρὸς μάμμην ἔχειν δικαίῳ κληρονομίας κτῆμα καλούμενον ὑπὸ γεωργὸν διακείμενον ἐν μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ μετὰ πάσης τῆς αὐτοῦ περιοχῆς, καὶ τούτῳ βούλομαι αὐτὴν ἀρκεσθῆναι, οὐδὲν ἕτερον δικαίῳ φαλκιδίου ἐπιζητοῦσαν πρός τε τὸ δίκαιον τῶν προρηθέντων δύο μοναστηρίων ἤτοι πρὸς τοὺς προ μνημονευθέντας Πέτρον καὶ Φοιβάμμωνα τοὺς εὐλαβεστάτους προεστῶτας τῶν εἰρημένων δύο μοναστηρίων, τοὺς καὶ ἐμοὺς κληρονόμους, διὰ τὸ καὶ τὰ καταλειφθέντα αὐτοῖς ἐν ταύτῃ μου τῇ διαθήκῃ προχωρεῖν εἰς εὐσεβεῖς διαδόσεις. βούλομαι δὲ καὶ κελεύω ἅμα τῇ ἐμῇ τελευτῇ ἐλευθεροῦσθαι πάντας τοὺς ἐξ οἵου δήποτε κάσου ἢ προ φάσεως δούλους μου καὶ δουλίδας μετὰ τοῦ πεκουλίου αὐτῶν, καὶ δοθῆναι ἑκάστῳ παρὰ Πέτρου καὶ Φοιβάμμωνος τῶν εὐλαβεστάτων ἐμῶν κληρονόμων προσάπαξ ἐξ ἰσομοιρίας ἀνὰ νομίσματα ἓξ εὔσταθμα. βούλομαι δὲ καὶ κελεύω Ταδελφὴν τὴν τροφόν μου καὶ Λεοντίαν τὴν αὐτῆς θυγατέρα ἔχειν ἐτησίως παρὰ Πέτρου καὶ Φοιβάμμωνος τῶν προγεγραμμένων εὐλαβεστάτων ἤτοι διὰ τῶν ἁγίων μοναστηρίων ἐμῶν κληρονόμων ἀδιανεμήτως νομίσματα δώδεκα εὔσταθμα κατʼ ἔτος. Ρεα δὲ τῇ τροφῷ τῆς τρισμακαριωτάτηςτρεισμακαριωτάτης μου μητρὸς Λίας, πρὸς τὸτω ἤδη δοθέντι αὐτῇ ληγάτῳ κατὰ διαθήκας αὐτῆς τῆς μακαριωτάτης, βούλομαι Πέτρον καὶ Φοιβάμμωνα τοὺς εὐλαβεστάτους καὶ ἐμοὺς κληρονόμους διδόναι ηισηςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.