no image
DDbDP-text
Transfert de taxation via HGV-meta
Linked by Trismegistos ID
TM 19049.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους εἰκοστοῦ πρώτου, μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλίου τοῦ πανευφήμου ἔτους ἕκτου, Φαῶφι ἑνδεκάτης ἰνδικτίονος. τῷ δημοσίῳ λόγῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, διὰ Ἀβρααμίου Ἰωσηφίου βοηθοῦ τῆς αὐτῆς κώμης, Φλαύιος Διόσκορος Ἀπολλῶτος συντελεστὴς ἀπὸ τῆς αὐτῆς χαίρειν. σωματίσατε καὶ μετενέγκατε εἰς ἐμὸν ὄνομα, ἀπὸ ὀνόματος Ἱερημίου Ἰακυβίου πρεσβυτέρου, τοῦ καὶ πατρὸς Ψάτου ἀναγνώστου, τὴν συντέλειαν τοῦ ἡμίσους μέρους αυττου κτήματος τόπου Πισραηλίου, κατὰ κοινωνίαν μοναστηρίουον καλουμένου Κλεοπάτρας τοῦ ἁγίου τόπου ἀββᾶ Μιχαηλίου ὑπὲρ τοῦ ἡμίσους τοῦτʼ ἔστιν ὑπὲρ σπορίμης γῆς ἀρούρης μίας ἡμίσους τετάρτου ἑκκαιδεκατου ἑξηκοστοῦ, θρυΐτιδος ἀρούρης ἑκκαιδέκατον ἑξηκοστόν, δένδρων ἀρούρης δυοτριακοστόνδυοτριαντόν · γίνονται σπορίμης γῆς γ 𐅵 η λβλ θρυϊτίδος ἀρούρης η λβλ δένδρων ἀρούρης ιϛ καὶ ὑπὲρ τούτων ἑτοίμως ἔχω εἰσ ενεγκεῖν τῷ δημοσίῳ λόγῳ ἀμέμπτως καὶ ἀκαταγνώστως τοῦτοτοῦτο τὸτο εἰσφόριον εὐσεβὲς κατʼκαθʼ ἔτος, διά τε σοῦ καὶ τοῦ κατὰ καιρὸν δηλωθησομένου βοηθοῦ, καὶ τελέσω ὑπὲρ σίτου τούτου καὶ χρυσικοῦ καὶ ναύλου καὶ ἀναλώματος κατὰ τὰ διαστρώματαδιαγράμματα τῆς εἰρημένης κώμης, πρὸς τὴν ἀπογραφὴνἀναγραφὴν τοῦ τῆς λογίας μνήμης Ἰωάννου σχολαστικοῦ καὶ κηνσίτορος, ἀπὸ κανόνος δωδεκάτης ἰνδικτίονος καὶ ὑπὲρ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντός, ἀκολούθως τῇ δυνάμει ἀρτίως μοι γεγενημένῃ παραχωρήσεως τοῦ προειρημένου Ψάτου ἀναγνώστου ἁγίας νοτινῆς ἐκκλησίας, τοῦ εἰρημένου χερσώδους καὶ ἀμμώδους μέρους τῶν ἀρουρῶν καὶ ἐν ἀφέσει ὄντος. καὶ εἰς σὴν ἀσφάλειαν καὶ τοῦ δημοσίου λόγου πεποίημαι τοῦτο ἐκ δισσοῦ τὸ κύριον ἐπίσταλμα ὡς πρόκειται, ὁμόγραφον ὁλόγραφονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.