no image
DDbDP-text
Lettre via HGV-meta
Linked by Trismegistos ID
TM 36820.
Each record below describes this same ancient text from a different angle.
ς τῇ λαμπροτάτῃ ὑμῶν ἀδελφότητι εχ τὰ γράμματα, ἀπολῦσαι τὴν ἀπόγονον Ἡρακλειανοῦ Γεσίου τοῦ μακαρίτου ἀπὸ Ψινομούνεως, οὖσαν ἐν τῇ φυλακῇ τῆς ξκας μὲν τὰς ἐγγύας ἐλευθέρων ἀνδρῶν τῆς αὐτῆς κώμης Ψινομούνεως ἢ τῶν ποιμένων τῆς αὐτῆς, ὅπως εὕρῃ τὴν συγκομιδὴνσυγκομιστην ποιήσασθαι τῶν αὐτῆς ἀρουρῶν, καὶ μὴ ἀφανίσθῃ ὁ σπόρος αὐτῶν εἰς βλάβην τοῦ δημοσίου, μὴ ἔχουσά τινα τὸν τὰ καθʼ ἑαυτὴν διοικοῦντα. πολλὰ γὰρ περὶ τοῦτο παρεκλήθην παρὰ τῶν συνηθῶς ἡμᾶς προσκυνούντων, ὧν τὴν αἴτησιν κατὰ Θεὸν οὐχοὐκ ηὗρον ἀπειπεῖν, ἀλλὰ μὴ ἀμελήσεις τοῦτο καὶ ζημιώθῃ τὰ γενήματα καὶ εὑρέθῃ τὸ δημόσιον σκάζον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.