no image
DDbDP-text
Autre quittance via HGV-meta
Linked by Trismegistos ID
TM 36794.
Each record below describes this same ancient text from a different angle.
δεδώκασιν οἱ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, διὰ Ἰωάννου ὑποδέκτου, εἰς λόγον κανονικῶν καὶ παντοίων χρυσικῶν τίτλων καὶ ἀννωνιακῶν εἰδῶν τρίτης καταβολῆς ἐνάτης ἰνδικτίονος, χρυσοῦ νομισμάτια ἑκατὸν δέκα εὔσταθμα ἁπλᾶ, καὶ ὑπὲρ τῆς αὐτῆς τρίτης καταβολῆς ἐνάτηςἐννάτης ἰνδικτίονος, χρυσοῦ νομισμάτια τέσσερα , κεράτια δέκα ὀκτὼ· γίνεται ὁμοῦ χρυσοῦ νομισμάτια ριδ κεράτια ιη εὔσταθμα ἁπλᾶ. καὶ εἰς ὑμῶν ἀσφάλειαν καὶ τοῦ δημοσίου λόγου πεποίημαι τοῦτο τὸ ἐντάγιον μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. Βίκτωρ ἐθνικὸς χρυσώνης ἐπαρχίας Θηβαΐδος πεποίημαι τοῦτο τὸ ἐντάγιον τῶν νομισ ματίων ἑκατὸν δέκα τέσσερα , κεράτια δέκα ὀκτὼ ὑπὲρ τρίτης καταβολῆς ἐνάτηςἐννάτης ἰνδικτίονος ὡς πρόκειται. ἐντάγιον τοῦ χρυσώνου Βίκτωρος τρίτης καταβολῆς κανονικῶν θ ἰνδικτίονος νομισμάτια ριδ κεράτια ιη ἁπλᾶ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.