no image
DDbDP-text
Contrat d’emprunt via HGV-meta
Linked by Trismegistos ID
TM 18918.
Each record below describes this same ancient text from a different angle.
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τρίτου, Παχὼν εἰκάδι ἑβδόμῃ δευτέρας ἰνδικτίονος ἀρξομένης κατὰ θεῖον νεῦμα. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Φλαυΐῳ Χριστοφόρῳ τῷ λαμπροτάτῳ, υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Θεοδώρου, γεουχοῦντι κατὰ ταύτην τὴν Ἀντινοέων πόλιν, παρὰ Ἰωάννου υἱοῦ Κύρου ἐλεεινοῦἐλεινο διακόνου τοῦ πανσέπτου Θεοῦ οἴκου τοῦ παναέθλου μάρτυρος ἄπα Βίκτορος τοῦ διακειμένου Ν̓ τῷ Ἀντινοΐτῃ νομῷ, τοποθεσίας Πινδάρου, ἐξ ἧς καὶ ὁρμωμένου, χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προ γεγραμμένος Ἰωάννης Κύρου ἐλάχιστος διάκονος τοῦ προειρημένου ἁγίου τόπου, διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας, ἐσχηκέναι καὶ δεδανεῖσθαιδεδανῖσθαι παρὰ τῆς ὑμῶν λαμπρότητος εἰς ἰδίας μου καὶ ἀναγκαίας χρείας, ἀπὸ χειρός σου εἰς χεῖράς μου, χρυσοῦ κεφαλαίου δεσποτικῶν δοκίμων νομισματίων δύο, ἑκάστου παρὰ κεράτια πέντε ζυγῷ καὶ σταθμῷ δημοσίῳ Ἀντινόου· γίνεται χρυσοῦ νομισμάτια β παρὰ κεράτια ὁμοῦ ι ζυγῷ δημοσίῳ Ἀντινόου. καὶ ταῦτα ἑτοίμως ἔχω ἐγώ τε καὶ κληρονόμοι μου καὶ διάδοχοι παρασχεῖν τῇ τε ὑμῶν λαμπρότητι καὶ διαδόχοις αὐτῆς εἴσω δύο μηνῶν, ἀριθμουμένων ἀπὸ τῆς σήμερον καὶ προ γεγραμμένης ἡμέρας, ἥτις ἐστὶν εἰκὰς ἑβδόμη τῆς παρούσης δευτέρας ἰνδικτίονος, δίχα πάσης ἀγνωμοσύνης καὶ ὑπερθέσεως, ἀτοκί. ἐνστάσης δὲ τῆς προκειμένης προθεσμίας, εἰ μὴ ἀπο δοίην ὑμῖν τὰ εἰρημένα δύο νομισμάτια παρὰ κεράτια ὁμοῦ δέκα τῷ δημοσίῳ ζυγῷ, ἐξουσίαν δίδωμι ὑμῖν καὶ ἄδειαν κατὰ πάντα τρόπον, δίχα κρίσεως καὶ δίκης καὶ οἵας δήποτε εὑρησιλογίας καὶ παραγραφῆς νόμων, χωρῆσαι κατὰ πάσης τῆς ἐμῆς ὑποστάσεως καὶ τῶν ἐμῶν μισθῶν, ἄχρι πληρωθῆτε τῶν αὐτῶν δύο νομισματίων, ὑποκειμένων ὑμῖν εἰς τοῦτο ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. καὶ εἰς ὑμῶν ἀσφάλειαν ἐφʼ ἅ παντα ἐρωτηθεὶς ὡμολόγησα, τεθεικὼς γράμματα καὶ κατὰ νόμους. Ἰωάννης Κύρου, διάκονος τοῦ ἁγίου τόπου ἄπα Βίκτωρος γραμμάτιον γενάμενον παρὰ Ἰωάννου Κύρου διακόνου τοῦ ἁγίου Βίκτορος νομισμάτια β παρὰ κεράτια ι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.