no image
DDbDP-text
Requête via HGV-meta
Linked by Trismegistos ID
TM 18978.
Each record below describes this same ancient text from a different angle.
χμγ Φλαυΐῳ Τριαδίῳ Μαριανῷ Μιχαηλίῳ Γαβριηλίῳ Κωνσταντίνῳ Θεοδώρῳ Μαρτυρίῳ Ἰουλιανῷ Ἀθανασίῳ τῷ ἐνδοξοτάτῳ στρατηλάτῃ ἀπὸ ὑπάτων καὶ ὑπερφυεστάτῳ πατρικίῳ πραιφέκτου Ἰουστίνου δουκὶ καὶ αὐγουσταλίῳ τῆς Θηβαίων χώρας τὸ β διὰ τοῦ μεγαλοπρεπεστάτου μαγίστερος Δωροθέου δέησις καὶ ἱκεσία παρὰ τῶν ἀθλίων ἐρημιτῶν μονάχων τοῦ ὄρους τῶν χριστοφόρων ἀποστόλων καλουμένου Φαραουτος. πᾶσα δικαιοσύνη καὶ δικαιοπραγίαδικαιοπραγεία τὰς προόδους προλάμπουσιν τῆς ὑμῶν ἐνδόξου ὑπερφυΐας· καὶ πάντα τὰ εὐαγῆ μοναστήρια καὶ τοῦ θεοῦ πάνσεπτα εὐκτήρια ἐπὶ τῆς ὑμετέρας αἰσίας ἀγάλλονταιἀγάλλωνται εὐαρχείας, ἐφʼ ὅτι πᾶν ἄδικον φευκτέον καὶ ἀποτρεπτέον ἀπὸ τούτων ἐλαύνεται τῶν εἰωθότων φιλοπραγμονῆσαι καὶ πλεονεκτῆσαι τὰ ἑαυτῶν πράγματα τυραννικῶςτυρανικῶς. καὶ εὐχὴ τούτων ἐστὶν καὶ τῶν ἐνοικούντων τῇ τούτων συνελεύσεισυνευλέσει ἱκετηρία, καὶ πρεσβεία ὑπὲρ ὑμῶν τῶν εὐκλεεστάτωνεὐκλεστάτων μετὰ καὶ τῶν ἐνδοξοτάτων ὑμῶν τέκνων τῶν τῆς ἐπαρχείας πάσης κυρίων οὐ πεπαύσεται πρὸς τὸν παμβασιλέα Θεὸν ἀδιαλείπτως ἀναφερομένη, διὰ τὸν οἶκτον ὑμῶν καὶ οἶστρον εἰς πᾶν ὁτιοῦν τούτοις συμβαλλόμενον καὶ περισπούδαστον Θεῷ ἀγαθὸν ἔργον. καὶ τοῦτο ἀκριβῶς ἐπιστάμενοι, προσπίπτομενπροσπίπτωμεν τοῖς εὐκλεέσι καὶ ἀνεπάφοις ὑμῶν ἴχνεσι, διδάσκοντες τὸ καθʼ ἡμᾶς πρᾶγμα ἐν τούτοις ἔχον διδάσκομενδιδάσκωμεν οὖν τὸ φιλάνθρωπον ὕψος ὑμῶν ὡς ὀλίγας ἀρούρας, ἕως ἓξ καὶ μόνων, σπορίμης γῆς, συνημμέναςσυννημμένας τοῖς ἡμετέροις γῃδίοις ἤτοι τοῦ ἁγίου τόπου τῆς διακονίας, ἐδωρήσατο ἡμῶν κατʼ ἔγγραφον δωρεὰν μία τις γυνὴ χήρα, ἥτις ἔλαχεν ταύτας κατὰ προικῷονπροικο͂ͅον τοῦ αὐτῆς ἀνδρὸς τότε περιόντος. ἔπειτα δὲ καὶ ἐκείνουκἀκείνου αὐτῆς προτελευτήσαντος, τοῖς ἐξ αὐτῆς τέκνοις ἅμα ταύτῃ προκαταλείψαντος, ὕστερον δὲ καὶ τῶν εἰρημένων τέκνων μετὰ τὸντο πατέρα τελευτησάντων θανόντα, καὶ ὡσαύτως ἀπολειπόντων τῇ μητρὶ αὐτῶν τῇ ἀρτίως πρὸ ἱκανοῦ χρόνου δωρησαμένης ἡμῖν τὰ γῄδια, εἰς προσφορὰν καὶ ἀγάπην, ὑπὲρ ἱλασμοῦ ψυχῆς αὐτῆς καὶ τῶν τέκνων μετὰ καὶ τοῦ αὐτῶν πατρός· ὅπερ πρεσβεῖον προσδοκίας καὶ ἐλπίδος ἀποθανόντων ἐστὶ τοῦτο. καὶ οὐκ ἴσμεν πόθεν ἐπεξῆλθεν ἡμᾶς Ἰεζεκιήλ τις τυγχάνων κουρεὺς καὶ συκοφάντης καὶ πονηρός, βουλόμενος ταύτας ἀποσπάσασθαι ἀρʼ ἡμῶν ἀδίκως, μὴ ἔχων παντοίαν μετουσίαν μετὰ τῶν κυρίων τοῦ πράγματος· ὅθεν παρακαλοῦμεν τὸ ὑψος ὑμῶν, ἐνορκοῦντες κατὰ τῆς ἁγίας Τριάδος εἰ παρασταίη προστάξαι τῷ παγάρχῃ τῆς Ἀνταίου καὶ τῷ τοποτηρητῇ τῆς αὐτῆςταυτῆς ἀφʼ ἡμῶν αὐτὸν ἀποτρέψαι, δέσποτα ὑπερφυέστατε. δέησις καὶ ἱκεσία τῶν ὑμετέρων ἐλεεινοτάτων δούλων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.