no image
DDbDP-text
Receipts for τιμὴ οἴνου and Transportation Charges via HGV-meta
Linked by Trismegistos ID
TM 10366.
Each record below describes this same ancient text from a different angle.
ἔτους ια καὶ δεκάτου τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους γ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Μεσορὴ ιζ. διέγραψεν Πτολε μαῖος Χαιρήμονος διὰ Αὐρηλίου Κοπρῆ εἰς τιμὴν οἴνου τετάρτης ἐπιγραφῆς δραχμὰς διακοσίας ἑξήκοντα, γίνονται δραχμαὶ σξ, διʼ ἐμοῦ Νίννου βοηθοῦ. ιβ ἔτους καὶ ια ἔτους καὶ δ ἔτους Παχὼν λ. διέγραψεν Σαραπίων Ὀννώφρεως διὰ Ἰσιδώρου ὑπὲρ ναύλων ἀχύρου τρίτης καὶ τετάρτης ἐπιγραφῶν καὶ ναύλων οἴνου πέμπτης ἐπιγραφῆς κώμης Ἱερᾶς Νεικολάου δραχμὰς διακο σίας, γίνονται δραχμαὶ σ, διὰ ἀπαιτητῶν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.