no image
DDbDP-text
Receipts for Annona via HGV-meta
Linked by Trismegistos ID
TM 10364.
Each record below describes this same ancient text from a different angle.
ὑπατείαςὑπατίας τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ τὸ ε καὶ Μαξιμιανοῦ τὸ δ, ἔτους ι καὶ ἐνάτου τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους β τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Καισάρων Σεβαστῶν, Χοιὰκ κβ. διέγραψεν πτολέμαιος Χαιρήμονος διὰ Κοπρῆ τιμῆς οἴνου καὶ ἀχύρου καὶ ξύλου καὶ τιμῆς καμήλου ὁριοδεικτίας Καρανίδος δραχμὰς ἐνενήκοντα δύο, γίνονται δραχμαὶ ϙβ. Ὡρίων σεσημείωμαι. καὶ Τῦβι κα ὁμοίως ὁ αὐτὸς ἀννώνης δραχμὰς ἑβδομήκοντα ἕξ, γίνονται δραχμαὶ οϛ. Ὡρίων σεσημείωμαι. καὶ Μεχεὶρ γ ὁμοίως διέγραψεν ὁ αὐτὸς τιμῆς οἴνου ἀννωνικῆς καταβολῆς γ ὁριοδεικτίας Καρανίδος δραχμὰς ἑκατὸν ἑξήκοντα, γίνονται δραχμαὶ ρξ. Ὡρίων σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.