no image
DDbDP-text
(Déclarations de recensement de Thelbonthon Siphtha) via HGV-meta
Linked by Trismegistos ID
TM 16045.
Each record below describes this same ancient text from a different angle.
ϙζ Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Πνεφερῶτος ἀπελευθέρου Φιμούιτος ἀπὸ Θελβόνθον Σίφθα. ἀπογράφομαι κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα εἰς τὴν ἐπʼ ἀγαθοῖς γεινομένην κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρ χοντά μοι ἐν τῇ κώμῃ οἰκίαν καὶ ψιλοὺς τόπους ΠνεφερῶτοςΠνεφερο͂τος καὶ Παντβεῦτος καὶ Τιθοεντεῶ τος τῶν γ Ἁροννήσιος ἐν ᾗ ΠνεφερῶςΠνεφερωτος ἀπελεύθερος Φιμούιτος μητρὸς Θαμούνιος ἈφροδίτηςἈφροδείτης ἐτῶν ο ἄσημος. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ ΓερμανικοῦΓερμανιακοῦ Μεγίστου, Ἐπεὶφ κε. Πνεφερῶς ἀπελεύθερος Φιμούιτος ἐπιδέδωκα ὡς πρόκειται. Φαματ Ἁρενδώτου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. διʼ Ἁρποκ σελίδος μβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.