no image
DDbDP-text
(Déclarations de recensement de Thelbonthon Siphtha) via HGV-meta
Linked by Trismegistos ID
TM 16049.
Each record below describes this same ancient text from a different angle.
ρα Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Θεσιήους καὶ Θερμού θιος τῶν β Πνεφερο Φαλοῦτος ἀπὸ Θελβόνθον Σίφθα. ἀπογραφόμεθα κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα εἰς τὴν ἐπʼ ἀγαθοῖς γεινομένην κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρ χοντά ἡμῖνμοι ἐν τῇ κώμῃ νοῦβιν καὶ ψιλοὺς τόπους πήχεων ρν ἐν ᾗ Θουνῶνσις Πνεφερῶτος μητρὸς Θερῶτος ἐτῶν νδ. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ ΓερμανικοῦΓερμανιακοῦ Μεγίστου, Ἐπεὶφ κε. ΘεσιῆςΘεσιηους καὶ Θερμοῦθις αἱτων δύοδυω ἀπογράφομαιἀπογράπομε ὡς πρόκειταιπρόκιτε. Διδυμᾶς ΨεναμούνιοςΨεναμοῦνις ἔγραψα ὑπὲρ αὐτῶναὐτο͂ν μὴ εἰδυιῶνεἰδοτος γράμματα. διʼ Ἁρποκ σελίδος μβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.