no image
DDbDP-text
Brief des Herodes an den Herakleios, den ἐπίτροπος des Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 19632.
Each record below describes this same ancient text from a different angle.
Ἡρώδης Ἡρακλείωι τῶι τιμιωτάτωι χαίρειν. γίνωσκέ με τῆι τρίτηι μηνὸς κατηντη κέναι εἰς Ἀλεξάνδρειαν καίπερ πολλὰ ἐκιν δύνευσα ἀπὸ χειμῶνος σφοδροῦ κατὰ τοῦ βίου, ἀναδεδωκέναι δὲ αὐτῆι τῆι τρίτηι Ἀπίᾳ τὴν ἀπὸ τοῦ φίλου Ἀπολλῶτος ἐπιστολήν, ἧι εἶπον ὅτι κατὰ πάροδον ἀκούσας ὁ Ἀχιλλεὺς ὁ μέλλον τός μου φίλωι μέλλοντος περὶ τοῦ καταπλεῖν ἐγγὺς ὡς ἀκηκοότος τὸν υἱὸν ἀσθενεῖν καὶ νῦν φημι σὺν θε ῶι αὐτὸν ἐρρωμένον. ἐρωτῶ σε οὖν Ἀχιλλεῖ, ὃ ἂν δόξῃ σοι, με ἀναδεδωκότα τὴν ἐπιστολὴν μοι, μεθʼ ἡμέρας δὲ προσκαρτερεῖν αὐτῆι, ἵναἱν λάβω ἀντιφώ νησιν. συνέτυχον δὲ καί μου ἀδελφῶι Ἱερακίωνι, ὡς ἔγραψά σοι διὰ Κάστορος τοῦ φίλου. εἴ με ἀπηρτίκει ἡ Κλαυδία Ἀπία τῆι ἀντιφωνήσει, οὐκ εἶχον ὑπό θεσιν ἐνθάδε ῥέμβεσθαι. ὑπομι μνήσκω δέ σε περὶ τῆς ξυλείας ξυλείαςξυλέας τῆς οἰκοδομῆς, εἴ πως δυνασθήσεις ἀ πὸ τοῦ Ὀξυρυγχείτου ἀπηρτισμένην ὠ νήσασθαι, ἵνα μὴ ἐμπέσωμεν ὕστερον εἰς τοὺς χειροτέχνας. γίνωσκε δέ, ὅτι ἐκ διεραμάτωνδιαραμάτων σπουδαίως κατῆλθον πολλοῦ ναύλου. πρὸ πάντων αὔριον τὸ προσκύνημά σου ποιήσω ἐν τῶι Σαρα πείωι, ἐπεὶ σήμερον οὐκ ἀνέβην ἀπὸ ἁδρῶν σκυλμῶν καὶ κινδύνων. ἔρρωσο, φίλτατε. Ἁθὺρ γ ὥρᾳ η. Ἱερακίων ἀσπάζομαί σε, γλυκύτατε. Ἡρακλείωι ἐπιτρόπωι Ἀπολλωνίου στρατηγοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.