no image
DDbDP-text
Brief eines Apollonios an den Strategen Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 19605.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλώνιος Ἀπολλωνίωι τῶι τιμιωτάτωιτιμιωιτάτωι χαίρειν. γενόμενος ἐν Λύκων πόλει τῆι β καὶ λαβών σου τὰ ἐπιστόλια ἥσθην, ἄδελφε, ἐπὶ τῶι σε ἐρρῶσθαι μετὰ τῶν σῶν, τοῦτο γάρ μοι διʼ εὐχῆς ἐστιν. Πλουτίωνα παρεπιδημοῦν τα οὐχ εὗρον, λέγεται δὲ τὸ ἐντόλιόν σου ἀπηρτικέναι. τοῦτο οὖν εὐθέως, ἐὰν παραγένηται, ἀναπεμφθή σεταί σοι. περὶ δὲ τοῦ μὴ παραγεγε νῆσθαι με πρὸςπρὼς πρὸς σὲ παρακαλῶ συνγνῶ ναίσυνγνῶιναί μοι, τὰ γὰρ μετέωρα παρακατέ σχέ με. μεθʼ ἡμέρας δὲ ὀλίγας, ἐὰν οἱ θεοὶ σώζωσι, παρέσομαι πρὸς σέ. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου Ἀπολλώνιε, μετὰ τῶν ἀβασκάντων σου παιδίων. ἔρρωσο. Ἀπολλωνίωι στρατηγῷ Ἀπολλωνοπολίτου ἑπτακωμίας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.