no image
DDbDP-text
Privatbrief via HGV-meta
Linked by Trismegistos ID
TM 30580.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Μαξιμιανὸς Αὐρηλίῳ Ἀπίωνι τῷ πατρὶ πλεῖστα χαίρειν. πρὸ παντὸς εὔχομαί σε τὰ ἐν βίῳ κάλλιστα ὑπαρχθῆναι. γινώσκεινγεινώσκειν σε θέλω, ὅτι ὁ ἄνθρω πος οὐκ ἔδωκε ἡμῖνἡμεῖν τὰ ἔλαια οὐδὲ Πλωτίων ἔδωκε ἡμῖνἡμεῖν κέρμα, ὥστε ἡμᾶς ἀγοράσαι, καὶ οὐκ ἔδωκε ὑλιστὰὑλισὰ οἰνάρια καὶ γεγόμω κα τοὺς καμήλους καὶ τὸντο τῆς ὄνου γόμον ἐποί ησα, καὶ οὐκ ἔδωκε ἡμῖνἡμεῖν τὴν ὄνον. ὑπονοῶ δὲ ὅτι ὑπάγει εἰς τὴν μεγάλην. διὰ τοῦτο οὐκ ἔδω κε τὸν χαλκόν. κέκμηκα μετʼ αὐτοῦ ὥστε δοῦναι τὸ κέρμα τοῦ ἀνθρώπου καὶ οὐκ ἔδω κεν. τὰ δὲ ἐνεχθέντα μοι δραχμαὶ ω,ἔδωκε εχθεντα μοι δραχμάς ω. ἔδωκα τῷ ἀνθρώπῳ ἀπʼ αὐτῶν δραχμὰς χ. ἤθελε δὲ πάλιν δοῦναί μοι τὰ παρʼ ἐμοῦ. ἐὰν μὴ γράψῃς αὐτῷ δοῦναι αὐτὰ ἐμοὶ οὐ δίδωσιδίδει. πέμψον διὰ τῶν κτηνῶν ἃ εἶπόν σοι μνᾶς δύο πορφύρας καὶ τὴν πορφύ ραν τῶν ἱματίων, καὶ ὁμοίως πέμψον Ἡρα κλείδῃ πορφύρας μνᾶνμνᾶς α μεγάλων κύκλων. ἀσπάζεταί σε Ἡρακλείδης καὶ οἱ ἡμῶν πάντες κατʼ ὄνομα. ἀλλʼἀλʼ ὅρα, μὴ ἄλλως ποιήσῃς περὶ τῆς πορφύρας τῶν μεγάλων κύκλων. ἐρρῶσθαί σε εὔχομαι πανοικὶ διὰ παντὸς εὐτυχοῦντα. Αὐρηλίῳ. Ἀπίωνι παρʼ Αὐρηλίου ΜαξιμιανοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.