no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 17455.
Each record below describes this same ancient text from a different angle.
Τιβερίωι Κλαυδίωι Ἡρώδηι στρατηγῶι παρὰ Θέωνος καὶ Ἀριστάνδρου πρεσβυτέρου καὶ Ἀριστάνδρου νεωτέρου τῶν τριῶν Ἀρισ τάνδρου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. Λεωνί δης Πτολεμαίου Ἀλθαιεύς, ὅς ἐστι νῦν ἐπʼ Ἀ λεξανδρείας, ἔχων πατρῴαν ἡμῶν ὑποθή κην περὶ κώμην Σενέπτα τῆς μέσης τοπαρχίας ἐκ τοῦ Δάμονος κλήρου ἀρούρας τεσσαράκοντα ἓξ ἀκολούθως τῷ γραφέντι ὑπʼ αὐτοῦ εἰς τὸν πατέρα ἡμῶν Ἀρίστανδρον περὶ ταύτης χειρογράφωι τῷ καὶ μεσιτευθέντιμεσειτευθέντι παρὰ Σαραπίωνι Φιλίσκου καὶ καρπισάμενος ταύ την ἐφʼ ἱκανὸν χρόνον, ὡς μὴ μόνον αὐτὸν ἐξ ὧν ἀπηνέγκαντο γενημάτων πεπληρῶσ θαι παντὶ τῷ ὀφειληθέντι ὑπὸ τοῦ πατρός, ἀλλὰ καὶ ἔτι οὐκ ὀλίγα προσοφείλειν ἡμῖνἡμεῖν θη ἐπʼ ἐκστροφῇἐκστορφῇ ἀλλὰ καὶ ἐτόλμησεν παρὰ τὸ καθῆκον ἄνευ τῆς γνώμης ἡμῶν ἐξαλλοτριῶσαι ἐν Ἀλεξανδρείᾳ τὴν ὑποθήκην Φιλοστράτῳ Ζωίλου, ᾧ καὶ εὐαγῶς μεταλαβόντος διαστολικὸν μετέδομεν διὰ σοῦ περὶ τοῦ μὴ δεόντως ἠγορακέναι. πρὸς δὲ τούτοις ὁ αὐτὸς Λεονίδης ἐγλαθόμενος τῆς ἐξακολουθούσης αὐτῷ εὐθύνης ἐπο ρίσατο ἐκ τοῦ καταλογείου ὑπόμνημα πρὸς τὸν ἐνθάδε ξενικῶν πράκτορα ὡς ὀφειλομένων αὐτῶι ἑτέρων ὑπὸ τοῦ πατρὸς ἡμῶν, το ἐναντίοντουναντίον μᾶλλον προσ οφείλων ἡμῖνἡμεῖν ὡς πρόκειται, καὶ μετέ δωκεν ἡμῖνἡμεῖν τούτου ἀντίγραφον διὰ τοῦ υἱοῦ αὐτοῦ Ἀπίωνος τῆι τεσσαρασκαιδεκάτῃ τοῦ ἐνεστῶτος μηνὸς Ἐπείφ. ὅθεν ἀναγκαί ως προερχόμενοι ἀξιοῦμεν τὸ μὲν ὑπόμνη μα ἔχειν ἐν καταχωρισμῷ, μεταδοθῆναι δὲ αὐτοῦ ἀντίγραφον διʼ ὑπηρέτου τῷ τε Ἀπίωνι εἰς τὸν τοῦ πατρὸς Λεονίδου λόγον καὶ τῶι ξενικῶν πράκτορι, ἵνʼ ὁ μὲν Ἀπίων εἰδῇ πάντα τὰ ὑπὸ τοῦ πατρὸς Λεονίδου ἐπὶ τῇ ἡμῶν ἀδικίᾳ πραχθέντα ἄκυρα ὄντα καὶ μένοντα ἡμῖνἡμεῖν πρὸς τὸν Λεονίδην τὸν πε ρὶ τούτων ὧν ἔχομεν πρὸς αὐτὸν λόγον, ὁ δὲ ξενικῶν πράκτωρ μηδὲν καθʼ ἡμῶν οἰ κονομήσῃ ἀπὸ τοῦ προκειμένου ὑπομνή ματος μέχρι κρίσεως. τῶν γὰρ ὑπόντων ἡμῖνἡμεῖν δικαίων πάντων ἀντεχόμεθα καὶ ἀνθεξόμεθα. Θέων Ὀννώφριος ὑπηρέτης μεταδέδωκα τοῦ προκειμένου ὑπομνήματος ἀντίγραφον τῷ ξενικῶν πρά κτορι καὶ τῶι Ἀπίωνι ἐνωπίωι. ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ , μηνὸς Ἐπεὶφ ιδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.