no image
DDbDP-text
Steuersubjektsdeklarationen aus Theadelphia via HGV-meta
Linked by Trismegistos ID
TM 10199.
Each record below describes this same ancient text from a different angle.
Ἁρποκρατίωνι στρατηγῷ Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Ἀπύγχεως πρεσβυτέρου Ὀρσέως τοῦ Ἀπύγχεως μητρὸς εναπύγχεως ἀπὸ κώμης Θεαδελφείας. ἀπογράφομαι ἐμαυτὸν εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφήν. καί εἰμι Ἀπύγχις ὁ προγεγραμμένος ἐτῶν κζ, κατα γείνομαι δὲ ἐν ἐποικίου Θέωνος λεγομένου περὶ κώμην Πτολεμαίδα Δυρμοῦ. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Μεσορὴ ζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.