no image
DDbDP-text
βασιλευούσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας ἔτους τρίτου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεᾶς Φιλομήτορος Σωτείρας, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Ξανδικοῦ πέμπτηι, Φαῶφι πέμπτηι, ἐν Ἑρμώνθει τῆς Θηβαΐδος. ἐδάνεισεν Ἰσιδώρα Διδύμου Σαλαμινία μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Διονυσίου τοῦ Διδύμου Σαλαμινίου τῶν στρατευομένων Ἀδελφῶν κατοίκων ἱππέων Πτολεμαίωι Ἀπολλωνίου Πέρσηι τῆς ἐπιγονῆς χαλκοῦ δοκίμου νομίσματος ὀφθαλμοφανοῦς τάλαντα ϛ τόκου δραχμῶν δύο τὴν μνᾶν τὸν μῆνα καὶ ἀποδότω ἐν μηνὶ Περιτίωι, ὅς ἐστιν Μεσορή· βασιλευούσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας ἔτους τρίτου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεᾶς Φιλομήτορος Σωτείρας, ἀθλοφόρου Βερενίκης Εὐερ γέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Ξανδικοῦ πέμπτηι, Φαῶφι πέμπτηι, ἐν Ἑρμώνθει τῆς Θηβαΐδος. ἐδάνεισεν Ἰσιδώρα Διδύμου Σαλαμινία μετὰ κύριου τοῦ ἑαυτῆς ἀδελφοῦ Διονυσίου τοῦ Διδύμου Σαλαμινίου τῶν στρατευομένων Ἀδελφῶν κατοίκων ἱππέων Πτολεμαίωι Ἀπολλωνίου Πέρσηι τῆς ἐπιγονῆς χαλκοῦ δοκίμου νομίσματος ὀφθαλμοφανοῦς τάλαντα ἓξ τόκου δραχμῶν δύο τὴν μνᾶν τὸν μῆνα. τοῦτο δὲ τὸ δάνειον καὶ τὸν τόκον ἀποδότω Πτολεμαῖος Ἰσιδώραι ἐν μηνὶ Περιτίωι, ὅς ἐστιν Μεσορὴ τοῦ τρίτου ἔτους ἢ ἀποτεισάτω ἀποτεισάτωι αὐτῆι παραχρῆμα τὸ μέν δάνειον ἡμιόλιον, τὸν δὲ τόκον ἁπλοῦν. μάρτυρες· Θεογένης Ἡρακλείδου Ναυκρατίτης τῶν στρα τευομένων Ἀδελφῶν κατοίκων ἱππέων, Κράτερος Μακεδών, Ἰσίδωρος Ἐφέσιος, Πολυάρατος, Πειθόλαος Μακεδών, Ἰσιάδης Θρᾶιξ, οἱ πέντε τεταρτομερίται τῶν συγγραφοφύλαξ Θεογένης. Πτολεμαῖος Ἀπολλωνίου Πέρσης τῆς ἐπιγονῆς δέδωκα κυρίαν Θεογένῃ τῶν ἓξ ταλάντων τοῦ χαλκοῦ. Θεογένης ἔχω κυρίαν. Ἰσιδώρας Θεογένους Ἰσιδώρου Πειθολάου Διονυσίου stamp stamp stamp Πτολεμαίου Κρατέρου Πολυαράτου ἸσιάδουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.