no image
DDbDP-text
Contrat de location de terre via HGV-meta
Linked by Trismegistos ID
TM 39116.
Each record below describes this same ancient text from a different angle.
σπείρειν καὶ συνκομίσασθαι διὰ τῶν μου κτηνῶν καὶ γεωργῶν καὶ οἰκειώσασθαι τὸ ἥμισυ μέρος ὅλων τῶν περιεσομένων γενημάτων καὶ ἀχύρου, καὶ ὑμᾶς λαβεῖν τὸ ἄλλο ἥμισυ μέρος ὑπὲρ γεουχικῆς μοίρας, ἐφʼ ᾧ με δὲ παρασχεῖν τὸ ἥμισυ τῆς σπερμοβολίας καὶ ὑμᾶς τὸ ἥμισυ · καὶ εἰς ὑμῶν ἀσφάλειαν πεποί ημαι τὴν παροῦσαν ἐπιτρεπτικὴν μίσθωσιν ὡς πρόκειται. ἐγράφη μηνὶ θὼθ κα ἰνδικτίονος ζ Μηνᾶς ἐλαιουργὸς διʼ ἐμοῦ Ταβέιτος γαμέτης τῆς προγεγραμμένης στοιχεῖ μοι ἡ παροῦσα μίσθωσις ὡς πρόκειται. Βασίλειος υἱὸς Ἰωάννου τοῦ μακαρίου αἰτηθεὶς ὑπέγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ ἐπισταμένης. Παπνοῦθις διάκονος ἐλάχιστος καὶ σὺν Θεῷ νομικὸς Ἀπόλλωνος Ἄνω μαρτυρῶ τῇ παρούσῃ ἐπιτρεπτικῇ μισθώσειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.