no image
DDbDP-text
D’Elias: réquisition de manœuvres et d’ouvriers spécialisés via HGV-meta
Linked by Trismegistos ID
TM 39090.
Each record below describes this same ancient text from a different angle.
ἐντυχὼν ὁ δεσπότης ἡμῶν ὁ πανεύφημος ἀμιρᾶς τῷ θεματισμῷ τῶν ἐργατῶν τῶν διδομένων εἰς τὰς ἐργασίας Βαβυλῶνος αι μέρος τ ἀνελθεῖν εἴτε διὰ τὴν συλλογὴν τῶν γενημάτων εἴτε διὰ λοιπὰ κεφάλαια τὰ ζητούμενα· ποιήσας καὶ ἄλλον θεματισμὸν τῶν ὀφειλόντων πεμφθῆναι ἐργατῶν ἀφʼ ἑκάστης χώρας, καὶ τὴν παγαρχίαν ὑμῶν ἔταξε ἐργάτας γ, γράψας κελεύων μοι ποιῆσαι ὑμᾶς μαθεῖν καὶ μὴ πέμψαι περαιτέρω τούτων κατὰ ἀλλαγὴν ἀπὸ τοῦ θεματισμοῦ, μηδὲν δὲ κουφίσαικουφείσαι ἐκ τῶν πεμπομένων τεχνιτῶν ἀπὸ τοῦ αὐτοῦ θεματισμοῦ, ἀλλὰ εἰς πλῆρες τούτους πέμψαι, καὶ πρὸς τὸτω ὑμᾶς μαθεῖν ἔγραψα. θαυμάζω δὲ πῶς οὐκ ἐπέμψατε τὴν λοιπάδα τῶν διφθερῶν μέχρι νῦν. τὰ δὲ δημόσια θαυμάζω πῶς οὐκ ἦλθεν μέχρι νῦν καὶ τί ἐστι τὸ ἐμπόδιον καὶ μετὰ πάσης παραφυλακῆς τὸν κάραβον πέμψατε η τὴν ἀλλαγὴν πέμψατε τῷ τὰ πάντα περιβλέπτῳ καὶ τιμῆς ἀξίῳτιμαξίῳ ἀδελφῷ Παπᾷ παγάρχῳ Ἀπόλλωνος Ἄνω Ἠλίας νοτάριοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.