no image
DDbDP-text
Receipt for Repayment by an Exactor via HGV-meta
Linked by Trismegistos ID
TM 17192.
Each record below describes this same ancient text from a different angle.
τοῖς τρίτον μέλλουσιν ὑπάτοις Μεχεὶρ ιβ. ι διαδεχομένῳ ἐξακτορίαν Ἀντινοιτοῦ παρὰ Ἰσιδώρας ἀδελφῆς Σιλβανοῦ ἀπογε νομένου ἄρξαντος βουλευτοῦ φυλῆς Σαβείνης· ἠρί θμημαι παρὰ τοῦ αὐτόθι ὑποδέκτου ἐξ ἐπιστάλματός σου ὑπὲρ τιμῆς τῆς εἰσ ενεχθείσης ὑπʼ ἐμοῦ ι εὐτυχοῦς ἰνδικτίωνος χλαμύδος α στιχαρίου α, τὰ συναγόμενα ἀργυρίου σεβαστῶν νομίσματος δηνάρια τρισχίλιατρισχείλια τετρακόσια ἑβδομήκοντα πέντε γίνεται δηνάρια Γυοε, ὧν ὑπολογοῦνται ὑπὲρ ἑκατοστῶν ϛ ἥμισυ τῷ ταμίῳ δηνάρια διακόσια εἴκοσι πέντε, γίνεται δηνάρια σκε, γίνεται τὰ λοιπὰ δηνάρια Γσν πλήρη. ἡ ἀποχὴ κυρία καὶ ἐπερωτηθεῖσα ὡμολόγησα Ἰσιδώρα ἠρίθμημαι τὸ προκείμενον ἀργύριον· χιος Ἰσιδώρου ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.