no image
DDbDP-text
Ἠπιόδωρος τῶι λεσώνει καὶ τοῖς ἱερεῦσι τοῦ Σοκνο παίου χαίρειν. χωρισθεὶς ὑμῶν εὗρον ὑπʼ Ἀρείου διεσταλμένας ἀπὸ τῆς γῆς τὰς κρατίστας ἀρούρας κα καὶ μεμισθωμένας τισὶ τῶν Ἑλληνῶν, εἰς δὲ τὸν τοῦ θεοῦ κλῆρον τῆς χειρί στης καταλελειμμένας τὰς πάσας ἀρούρας κε. ὅθεν ὑμῶν μηδεμίαν πρόνοι αν ποιησαμένωνποησαμένων ἠναγκά σθην παραγενομένων τῶν γραμματέων ἐπὶ τὴν διαγραφὴν μετὰ πολλοῦ ἱδρῶτος ἀποστῆσαι τῆς γῆς τὸν Ἄρειον, καὶ δοὺς τῶι τοπογραμματεῖ καὶ τῶι κωμογραμματεῖ καὶ τοῖς ἄλλοις ἀργυρίου στατῆρας η τὴν τε γῆν ἐκ πλήρους κομι σάμενος ε ἐπηκολουθήκαμεν τῆι διαστολῆι τῆς γῆς καὶ Σοχώτης παρεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.