no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 16866.
Each record below describes this same ancient text from a different angle.
κυρίῳ μου ἀδελφῷ Ἀμινναίῳ Δημήτριος. καὶ διʼδειʼ ἑτέρων γραμμάτων ἐδήλωσα τῇ εὐγενείᾳεὐγενίᾳ σου ὥστε ὅσα νίτρα καταλαμβάνεις εἴτε διὰ Μαρεωτῶν εἴτε διὰ ΑἰγυπτίωνΑἰγυπτείων κατερχόμενα ἐν τῇ ἈρσινοειτῶνἈρσενοειτῶν ἢ καὶ ἐν ἑτέροις τόποις ταῦτα ἐπέχειν, καὶ νομίζω μὴ δεδέχθαι σε τὰ γράμματα, οὐδὲ γὰρ ἔσχον παρὰ τῆς εὐγενείαςεὐγενίας σου περὶ τῆς ὑποθέσεως ταύτης γράμματα. καὶ νῦν δὲ διὰ τοῦ ἡμετέρου παιδὸς Σαραπίωνος ἀνερχομένου ἐν τῇ Ὀάσει τὰ αὐτὰ δηλῶ ἵνα μετὰ πάσης ἐπιεικείας τὴν φρουρὰν τῶν ταμιακῶνταμειακῶν νίτρων ποιήσῃ καὶ πάντας ὅσους καταλαμ βάνεις ἐπίσχῃς μετὰ καὶ τῶν κτηνῶν αὐτῶν. σπούδαζε δὲ δηλοῦνδηλοιν ἡμῖνἡμεῖν ἢ ἐν τῇ Τερενούθει τοῖς ἡμετέροις ἢ ἐν τῇ Ἀλεξανδρείᾳ, καὶ αὐτὸς δὲ κέλευε περὶ ὧν ἐὰν βούλῃβούλει, κύριε ἄδελφε, ἵνα καὶ ἡμεῖς τὰ κελευόμενα παρὰ τῆς διαθέ σεώς σου μετὰ πάσης προθυμίαςπροθυμείας ὑπουργῶμεν. ἐρρῶσθαι σε εὔχομαι πολ λοῖς χρόνοις, κύριε ἄδελφε. Τῦβι α κυρίῳ μου ἀδελφῷ Ἀμινναίῳ πραιποσίτῳ ΔημήτριοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.