bgu.2.413
ἔτους β Αυτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεχεὶρ θ ἐν ἀγορᾷ Κερκεσούχων πέπρακεν Αὐρήλιος Σερῆνος Καρπίνου ἀπὸ κώμης Ἀρσινόης ὡς ἐτῶν με οὐλὴ καρπῷ δεξιῷ Αὐρηλίῳ Σαβίνῳ ὄνον ἄρρενα λευκὸν τέλειον δραχμῶν φ.