p.kellis.1.7
κυρίῳ μου ἀδελφῷ Γενᾷ Παταιᾶτος Ἁρποκρατίων χαίρειν. ἀσπάζομαι πολλά σε μετὰ τῶν παρὰ σοὶ ἀδελφῶν κατʼ ὄνο μα εὐχόμενός σε ὁλοκληρεῖν· ἀξιωθεὶς μὴ ἀμελήσῃς ὑπὲρ οὗ ἠξίωσά σε παρόντα καὶ τάχιοντάχειον ἀποστεῖλαί μοι διά τινος πεπιστευμένου τὸ δελματίκιόν μου· ὑπόδειξον δέ μοι, ἢ χ…