bgu.7.1563
ἀντίγραφον ἐκθέματος. Τιβέριος Ἰούλιος Ἀλέξανδρος λέγει· πᾶσαν πρόνοιαν ποιούμενος τοῦ διαμένειν τῷ προσήκοντι καταστήματι τὴν πόλιν ἀπολαύου σαν τῶν εὐεργεσιῶν, ἃς ἔχει παρὰ τῶν Σεβαστῶν καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως ὑπηρετεῖν τῇ τε εὐθηνίᾳ καὶ τῇ μεγίστῃ τ…