p.koeln.6.260
Μητρόδωρος Ἀπολλωνίωι χαίρειν. παρεσόμεθα πρὸς τὴν πρᾶσιν τῶν ὠνῶν καὶ τὰς συντάξεις τῆι κϛ ἅμα τῆι ἡμέραι εἰς Ὀξύρυγχα. συνάγαγε οὖν τὰ ἔθνη εἰς τὴν προγεγραμμένην κώμην τῆι κϛ, ὅπως μὴ κωλυώμεθα τὰς συντάξεις ποιεῖσθαι. ἔρρωσο. ἔτους θ, ὡς δʼ αἱ πρόσοδοι ἔτους ι Τῦβι ἔτους ι Τῦ…