p.lond.7.1945
Ἱεροκλῆς Ζήνωνι χαίρειν. Ἀπολλόδωρος ὁ ἀποδιδούς σοι τὰ γράμματά ἐστιν ἡμῶν φίλος. ἀναπλεῖ οὖν εἰς Ἡρακλέους πόλιν. ἐπεστάλκαμεν δὲ αὐτῶι καταγαγεῖν ἡμῖν ἱμάτια καὶ χιτῶνας. σὺ οὖν καλῶς ἂν ποιήσαις συστήσας αὐτὸν δηι καὶ Λυσιμάχωι ὅπως ἂν γράψωσιν αὐτῶι γράμματα πρὸς τὴν φυλακὴν…