p.oxy.47.3337
Κλαυδία Διογενὶς σιτολόγοις Μερμέρθων χαίρειν. διαστείλατε ἀφʼ ὧν ἔχετέ μου ἐν θέματι πυροῦ γενήματος ε ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μελανίωνι Ἀπίωνος ἢ οἷς ἐὰν αἱρῆται πυροῦ ἀρτάβας ἑκατόν, γίνονται πυροῦ ἀρτάβαι ρ. Κλαυδία Διογενὶς σεση μείωμαι.