p.lond.7.2056
Φιλῖνος Ζήνωνι χαίρειν. καλῶς ἂν ποιήσαις ἀποδοὺς Ποσειδωνίωι τὸ κε ράμιον τοῦ οἴνου ἡδέος ὃ ὡμολόγησας, ὡσαύτως δὲ καὶ ἡμῖν ἀπόστειλον τό τε ἕψημα καὶ τὸ μέλι. ἀπόστειλον δὲ καὶ τὸ ἱερεῖον ἐν τάχει ἵνα μὴ καθυστερήσωμεν εἰς τὴν τοῦ βασιλέως παρουσίαν. ἔρρωσο. Ζήνωνι.