p.lond.7.1982
Ἑρμόλαος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, ἔχοι ἂν καλῶς. ὑγίαινον δὲ καὶ ἐγώ. ἀπεστάλκαμεν Κόρραγον παρα λαβεῖν τὸν παρὰ σοὶ ὑπάρχοντα κρότωνα καὶ παρα κομίσαι. καλῶς οὖν ποιήσεις συντάξας μισθώσασθαι αὐτῶι ὑποζύγια ἵνα ἐν τάχει παρακομίσηι. ἔρρωσο. ἔτους λδ, Μεχὶρ ιε. Ζήνωνι.