p.cair.zen.5.59813
Μένων Ζήνωνι χαίρειν. καλῶς ποιήσεις ἵνα λάβω τὸ Ἀπολλώνιός σε ἐκέλευσε διαγράψαι μοι ἀλλʼ εἰ μὴ δυνατόν ἐστιν, γράψον μοι, ἵνα μὴ φαίνωμαι κατασχολάζων, ἀλλὰ ἀπολύωμαι Μένων περὶ τῶν Α δραχμῶν ὧν συντέταχεν Ἀπολλώνιος διαγράψαι αὐτῶι. ἔτους κθ, Ζήνωνι.