p.gen.4.179
παρὰ Θωμᾶ γεούχου Ἰωάννῃ προνοητῇ. ἐπειδὴ Ἰακῶβ λέγει ἠδικῆσθαι παρὰ Δανιηλίου, ποίησον αὐτὸν ἀπαντῆσαι μετ’ αὐτοῦ εἰς δίαιταν, καὶ τὰ ἀπὸ διαίτης ποιῆσαι. εἴπερ δέ σοι οὐ φορτικόν, κἂν νῦν καταξίωσον σκυλῆναι μέχρι τῶν ἐνταῦθα. ἔρρωσο signature