no image
DDbDP-text
Παμώνθης πράκτωρ ἀργυρικῶν Χάρακος Πετεχώνσει ἔσχον ὑπὲρ λαογραφίας καὶ ἄλλων ϛ ἔτους Χάρακος ῥυπαρὰς δραχμὰς ὀκτὼ γίνονται δραχμαὶ η. ἔτους ϛ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαρμοῦθι κζ. Ὧρος σεσημείωμαι. ἄλλας Παῦνι ϛ ὁμοίως ὑπὲρ λαογραφίας καὶ ἄλλων ϛ ἔτους Χάρακος ῥυπαρὰς δραχμὰς τέσσαρας γίνονται δραχμαὶ δ. Ὧρος σεσημειώμαι. ἄλλας Θὼθ ζ τοῦ ζ ἔτους ὑπὲρ χωματικοῦ καὶ ἄλλων ϛ ἔτους Χάρακος ῥυπαρὰς δραχμὰς τέσσαρας γίνονται δραχμαὶ δ. Ὧρος σεσημείωμαι. ἄλλας Φαῶφι β ὑπὲρ χωματικοῦ καὶ ἄλλων ϛ ἔτους Χάρακος ῥυπαρὰς δραχμὰς τρεῖς πεντώβολον χαλκοῦς β γίνονται δραχμαὶ γ πεντώβολον χαλκοῖ β. Ὧρος σεσημείωμαι. ἄλλας Φαρμοῦθι ϛ ὑπὲρ λαογραφίας καὶ ἄλλων ζ ἔτους Χάρακος ῥυπαρὰς δραχμὰς τέσσαρας γίνονται δραχμαὶ δ. Ὧρος σεσημείωμαι. ἄλλας Ἐπεὶφ θ ὑπὲρ λαογραφίας καὶ ἄλλων ζ ἔτους Χάρακος ῥυπαρὰς δραχμὰς ὀκτὼ γίνονται δραχμαὶ η. Ὧρος σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.