no image
DDbDP-text
ἐπειδὴ κατὰ κέλευσιν τοῦ εὐκλεεστάτου ἀμιρᾶ ἔδοξεν ἀπαιτηθῆναι τὸν ἀνδρισμὸν Ἑρμουπόλεως καὶ ἐνενόησα ὡς μὴ ἄρα φοβήσωσίν τε καὶ φύγωσιν, ἰδοὺ σιγέλλιν ἐποίησα καὶ ἔπεμψά σοι· πέμψον εἰς ὅλα τὰ χωρία τοῦ σκέλους σου καὶ εἰς τὰ ἐποίκιαἐποίκεια ἵνα ὅντινα εὕρωσιν κἄν τε ἔμπορον τοῦ ΣεραπείουΣεραπίου κἄν τε παγανὸν ἀνερχόμενον ἢ κατερχόμενον κρατήσωσιν καὶ ἐνέγκωσίν μοι. τοιαύτην οὖν παραφυλακὴν ποίησον ἀπὸ τοῦ ποταμοῦ ἕως τοῦ ὄρους καὶ εἰς τὰ πορθμεῖαπορθμῖα ἵνα μηδεὶς παρέλθῃ τοῦ σκέλους σου καὶ κινδυνεύσῃς. ἰδοὺ προέγραψά σοι ἀπελύθη φαρμοῦθι η ὥρᾳ ἀποδοθήτωἀπόδος Σενουθίῳ νοταρίῳ παρὰ Ἀθανασίου ἰλλουστρίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.