no image
DDbDP-text
Ἡρακλείδης Φιλοξένου Θρᾶιξ τῆς ἐπιγονῆς ὁμολογεῖ παρακεχωρηκέναι Ἡνιόχωι Ἡνιό χου Κυρηναίωι τῆς ἐπιγονῆς τοῦ αὑτοῦ ἀμπελῶνος οὗ εἶχεν περὶ Θεογενίδα πλὴν τῶν τριῶν ἀρουρῶν καὶ τετάρτου τῆς ἀμπέλου, ὧν ἐπρίατο Ἡνίοχος ἐκ τοῦ βα σιλικοῦ τὰ λοιπὰ συγκύροντα τά τε ὑποδοχεῖαὑποδωχῖα καὶ τὸν κάλαμον καὶ τὴν ψι λὴν γῆν καὶ τὸ μέρος τῆς ληνοῦ ὅσα ἐν τῆι ὑποθήκηι διασεσάφηται ἔχειν τασσόμενον ὑπὲρ αὐτῶν τὰ εἰς τὸ βα σιλικὸν γινόμενα. ἀπέχει δὲ Ἡρακλεί δης παρὰ Ἡνιόχου τὸ ἀνήλωμα χαλκοῦ δραχμὰς πεντακοσίας. συγγραφοφύλαξ Κύ διππος Ἀγαθοκλέους τῆς ε ἱππαρχίας ἑκατοντάρουρος. ἦν Ἡρακλείδης ὡς ἐτῶν δ στρογγυ λοπρόσωπος ἐπίγρυπος . Ἡνίοχος ὡς ἐτῶν Signalement Κύδιππος ὡς ἐτῶν ξε μέσος μελίχρως μακροπρόσωπος ἐπίγρυπος οὐλὴ μετώπωι ἐξ ἀριστερῶν. ἐγράφη ἔτους ιϛ αιου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.