no image
DDbDP-text
Landverkauf via HGV-meta
Linked by Trismegistos ID
TM 17714.
Each record below describes this same ancient text from a different angle.
Παῆσις Βήκιος μητρὸς Ταύριος ὡς ἐτῶν λ οὐλὴ δακτύλῳ μικρῷ ἀριστερᾶς χειρὸς ἀπὸ κώμης Τερτενβύθεως τοῦ Ἑρμοπολίτου νομοῦ ἈδελφίῳἈδελφιος Ἀδελφίου γυμνασιάρχῳ βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης χαίρειν· ὁμολογῶ πεπρακέναι σοι ἀπὸἀ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας μοι περὶ πρακτορίαν Τερτενβύθεωςπραενβυθεως ἐκ τοῦ Ξένωνος κλήρου ἰδικὰς ἀρούρας ζ ὧν γείτονες Νότου γύης, Ἀπηλιώτου Βῆκις Μούιτος ἀπὸ τῆς αὐτῆς, Βορρᾶ Ἰβόιτος Παήσιος ἀπὸ Πρέρη, Λιβὸς διώρυγος Παμούνιος Ἑρμίνου ἀπὸ Πρέρη, τὴν δὲ πρὸς ἀλλήλους συνπεφ ωνημένην τιμὴν ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα εἴκοσι, γίνεται ἀργυρίου τάλαντα κ αὐτόθι ἀπέσχον παρὰ σοῦ τοῦ ὠνουμένου κατὰ τήνδε τὴν δισσὴν ἔγγραφονἔγραφον ἀσφάλειαν διὰ χειρὸς ἐκ πλήρους καὶ εἶναι περὶ σὲσαὶ τὸν ὠνούμενον καὶ τοὺς παρὰ σοῦ τὴν τῶν πεπραμένων σοι ὡς πρόκειται κατοικικῶν ἀρουρῶν ἑπτὰ κυρείανκυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶπαιρὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον, τῶν τούτων ζητουμένων ὑπὲρ τῶν παρῳχημένων χρόνων μέχρι τοῦ διεληλυθότος ἔτους τῆς δεκάτης ἰνδικτίωνος καὶ αὐτῆς ὄντων πρὸς μὲσαὶ τὸν πωλοῦντα, τῶν δὲ ἀπὸ τοῦ ἐνεστῶτος ἔτους τῆς εὐτυχοῦς ἑνδεκάτης ἰνδικτίωνος ἐπὶ τὸν ἑξῆς χρόνον ὄντων πρὸς σὲσαὶ τὸν ὠνούμενον διὰ τὸ εἶναίἶναί σοι ἐκφόρια καὶ φόρους τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλον ὑπὲρ ἐμοῦ ἐπὶ σὲσαὶ τὸν ὠνούμενον μηδʼ ἐπὶἐπεὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθωἐπειέλθω ἢ μὴ βεβαιῶ ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός τῷ ὠνουμένῳ ἢ τοῖς παρὰ σοῦ τά τεδε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ὡς ἐν δημοσίῳ ἀρχείῳἀρχίῳ κατακειμένηκατακιμενην ἣν καὶ δισσήν σοι ἐξεδόμηνεξεδομεν. ἐντεῦθεν εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσειδημοσιώσι. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γενέσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ϛ καὶ Λικιννίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β Παῦνι δ. Παῆσις Βήκιος πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν καὶ βεβαιώσω καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσειδημοσιώσι ὡς πρόκειται. Φιβίων Ἑρμοπολίτης ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.