no image
DDbDP-text
Pachtangebot via HGV-meta
Linked by Trismegistos ID
TM 17708.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Αὐρηλίῳ Ἀδελφίῳ Ἀδελφίου γυμνασιάρχῳ βουλευτῇ Ἑρμοῦ πόλεως παρὰ Αὐρηλίου ωνος Ἑρμοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. βούλομαι ἑκουσίως μισθώσασθαι παρὰ σοῦ ἐπʼ ἔτη δύο ἀπὸ νέων καρπῶν τῆς εὐτυχοῦς ἐνάτης ἰνδικτίωνος τὰς ὑπαρχούσας σοι ἐν περιχώ ματι Ὀξοπώλου τουτέστιν τὰς λιμνασθείσας ἀρούρας ἀπὸ ἀρουρῶν ζ εἰς κατάθεσιν χόρτου κατʼ ἔτος φόρου ἀποτάκτου τοῦ τρίτου μέρους τῶν ἐκβη σομένων χορτασμάτων, ὅπερ παρέξομαι ὁπηνίκα ἂν αἱρῇ ἐν ἀγροῖς, μισθώσασθαι δὲ καὶ ἐπὶ ἐναετῆ χρόνον καὶ τὸν ἐκ Λιβὸς τῶν χωρίων σου ψιλὸνψειλονψειλν τόπον ἐν ᾧ φρέαρ ἐξόπτης πλίνθουπλείνθου πρὸς κατανομὴν κτηνῶν ιι ἐμῶν ἀνανκαίων καὶ παρεξ μηνὶ Ἁθὺρ τῆς ὀγδόης ἰνδικτίωνος α vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.