no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 9859.
Each record below describes this same ancient text from a different angle.
ἔτους τετάρτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος ΜάρκουΑἰλίου Αὐρηλίου Κομμόδου Ἀν τωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου μη νὸς Δύστρου Τῦβι ιβδωδεκάτῃ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ· ὁμολογεῖ ἉρποκρατίωνἉρποκρατίων υἱὸς Δη μητρίου τοῦ Ἥρωνος ἀπὸ τῆς μητροπόλεως ἀνα γραφόμενος ἐπʼ ἀμφόδου Φρέμει ὡς ἐτῶν εἴκοσι οὐ λὴ ἀντικνημίῳ δεξιῷ Ἰσιδώρᾳ ἘπαγάθουςΕἰσιδώρᾳ Ἐπαγάθου ὡς ἐτῶν δέκα ὀκτὼ οὐλὴ κανθῷ ὀφθαλμοῦ δεξιοῦ μετὰ κυρίου τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου αὐτῆς ἀδελφοῦ Θέω νος ὡς ἐτῶν τεσσεράκοντα ἄσημος· ἔχειν τὸν ὁμο λογοῦντα Ἁρποκρατίωνα παρὰ τῆς Ἰσιδώρας παραχρῆ μα διὰ χειρὸς ἀργυρίου δραχμὰς ὀκτακοσίας παραθή κην ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου ἣν καὶ ἀποδώσειἀποδώσι αὐτῇ ὁπηνίκα ἐὰν αἱρῆται ἄνευ πάσης ὑπερθέσεως καὶ κρίσε ως καὶ εὑρησιλογίαςἐναντιλογίασ, γινομένης αὐτῇσοι τῆς πράξε ως ἔκ τε τοῦ Ἁρποκρατίωνος καὶ ἐκ τῶν ὑπαρ χόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. ὑπογρα φεῖς τοῦ μὲν Ἁρποκρατίωνος φαμένου μὴ εἰδέναι γράμματα Δίδυμος Ἥρωνος ὡς ἐτῶν τριάκοντα ἓξ ἄσημος, τῆς δὲ Ἰσιδώρας καὶ τοῦ κυρίου ὁμοίως ἀγραμμάτου Πτολλᾶς Διδᾶ ὡς ἐτῶν μβ ἄσημος. Ἁρποκρατίων Δημητρίου ὁμολογῶ ἔχειν παρὰ τῆς Ἰσιδώραςισιδωρου τὰς τῆς παραθήκης δραχμὰς ὀκτακοσίας ὀκτὼ καὶ ἀποδώσω ὁπηνίκα ἐὰν αἱρῆται ἀνυπερθέτως καθὼς πρόκιται· Δίδυ μος Ἥρωνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Ἰσιδώρα Ἐπαγάθου μετὰ κυρίου τοῦ ἀδελφοῦ Θέω νος· γέγονε εἴς με ἡ παραθήκη καθὼ ςκαθὼς πρόκιται· Πτολλᾶς Διδᾶ ἔγραψα ὑπὲρ αὐ τῶν ἀγραμμάτων. σεσημείωμαιἔτους κδ Τῦβι ιβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.